Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.390 Joseph. AJ 15.396 (English) >>Joseph. AJ 15.401

15.393καὶ παντὸς αὐτοῦ καθότι καὶ τῆς βασιλείου στοᾶς τὸ μὲν ἔνθεν καὶ ἔνθεν ταπεινότατον, ὑψηλότατον δὲ τὸ μεσαίτατον, ὡς περίοπτον ἐκ πολλῶν σταδίων εἶναι τοῖς τὴν χώραν νεμομένοις, μᾶλλον δʼ εἴ τινες κατʼ ἐναντίον οἰκοῦντες προσιόντες τύχοιεν. 15.394θύρας δὲ ἐπὶ τῆς εἰσόδου σὺν τοῖς ὑπερθυρίοις ἴσον ἐχούσας τῷ ναῷ ποικίλοις ἐμπετάσμασιν κεκόσμητο, τὰ μὲν ἄνθη ἁλουργέσιν, κίονας δὲ ἐνυφασμένους. 15.395καθύπερθε δʼ αὐτῶν ὑπὸ τοῖς τριχώμασιν ἄμπελος διετέτατο χρυσῆ τοὺς βότρυας ἀπαιωρουμένους ἔχουσα, θαῦμα καὶ τοῦ μεγέθους καὶ τῆς τέχνης τοῖς ἰδοῦσιν, οἷον ἐν πολυτελείᾳ τῆς ὕλης τὸ κατασκευασθὲν ἦν. 15.396περιελάμβανεν δὲ καὶ στοαῖς μεγίσταις τὸν ναὸν ἅπαντα πρὸς τὴν ἀναλογίαν ἐπιτηδεύων καὶ τὰς δαπάνας τῶν πρὶν ὑπερβαλλόμενος, ὡς οὐκ ἄλλος τις δοκεῖ ἐπικεκοσμηκέναι τὸν ναόν. ἄμφω δʼ ἦσαν μετὰ τοῦ τείχους, αὐτὸ δὲ τὸ τεῖχος ἔργον μέγιστον ἀνθρώποις ἀκουσθῆναι. 15.397λόφος ἦν πετρώδης ἀνάντης ἠρέμα πρὸς τοῖς ἑῴοις μέρεσιν τῆς πόλεως ὑπτιούμενος ἐπὶ τὴν κορυφὴν ἄκραν. 15.398τοῦτον πρῶτος ἡμῶν βασιλεὺς Σολομῶν κατʼ ἐπιφροσύνην μεγάλαις ἐργασίαις ἀπετείχιζεν τὰ περὶ τὴν ἄκραν ἄνωθεν, ἀπετείχιζεν δὲ κάτωθεν ἀπὸ τῆς ῥίζης ἀρχόμενος, ἣν βαθεῖα περιθεῖ φάραγξ ἠλιβάτοις πέτραις μολίβδῳ δεδεμέναις πρὸς ἀλλήλας, ἀπολαμβάνων αἰεί τι τῆς ἔσω χώρας καὶ προβαίνων εἰς βάθος,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.390 Joseph. AJ 15.396 (English) >>Joseph. AJ 15.401

Powered by PhiloLogic